2 Rois 11
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Rois 11:9-11

9καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα, ὅσα ἐνετείλατο Ιωδαε ὁ συνετός, καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον καὶ εἰσῆλθεν πρὸς Ιωδαε τὸν ἱερέα.

10καὶ ἔδωκεν ὁ ἱερεὺς τοῖς ἑκατοντάρχαις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως Δαυιδ τοὺς ἐν οἴκῳ κυρίου.

11καὶ ἔστησαν οἱ παρατρέχοντες, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ.

Lire 2 Rois 11 en entier

Commentaires sur 2 Rois 11

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org