Septante (AT)
2 Rois 11:5-8
5καὶ ἐνετείλατο αὐτοῖς λέγων Οὗτος ὁ λόγος, ὃν ποιήσετε· τὸ τρίτον ἐξ ὑμῶν εἰσελθέτω τὸ σάββατον καὶ φυλάξετε φυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι
6καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων· καὶ φυλάξετε τὴν φυλακὴν τοῦ οἴκου·
7καὶ δύο χεῖρες ἐν ὑμῖν, πᾶς ὁ ἐκπορευόμενος τὸ σάββατον, καὶ φυλάξουσιν τὴν φυλακὴν οἴκου κυρίου πρὸς τὸν βασιλέα·
8καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὰ σαδηρωθ ἀποθανεῖται. καὶ ἐγένετο μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσθαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσθαι αὐτόν.
Commentaires sur 2 Rois 11
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires