Septante (AT)
2 Chroniques 4:2-5
2καὶ ἐποίησεν τὴν θάλασσαν χυτήν, πήχεων δέκα τὴν διαμέτρησιν, στρογγύλην κυκλόθεν, καὶ πήχεων πέντε τὸ ὕψος καὶ τὸ κύκλωμα πήχεων τριάκοντα.
3καὶ ὁμοίωμα μόσχων ὑποκάτωθεν αὐτῆς· κύκλῳ κυκλοῦσιν αὐτήν, πήχεις δέκα περιέχουσιν τὸν λουτῆρα κυκλόθεν· δύο γένη ἐχώνευσαν τοὺς μόσχους ἐν τῇ χωνεύσει αὐτῶν,
4ᾗ ἐποίησαν αὐτούς, δώδεκα μόσχους, οἱ τρεῖς βλέποντες βορρᾶν καὶ οἱ τρεῖς βλέποντες δυσμὰς καὶ οἱ τρεῖς βλέποντες νότον καὶ οἱ τρεῖς βλέποντες κατ ἀνατολάς, καὶ ἡ θάλασσα ἐπ αὐτῶν ἄνω, ἦσαν τὰ ὀπίσθια αὐτῶν ἔσω.
5καὶ τὸ πάχος αὐτῆς παλαιστής, καὶ τὸ χεῖλος αὐτῆς ὡς χεῖλος ποτηρίου, διαγεγλυμμένα βλαστοὺς κρίνου, χωροῦσαν μετρητὰς τρισχιλίους· καὶ ἐξετέλεσεν.
Commentaires sur 2 Chroniques 4
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires