2 Chroniques 1
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Chroniques 1:3-5

3καὶ ἐπορεύθη Σαλωμων καὶ πᾶσα ἡ ἐκκλησία μετ αὐτοῦ εἰς τὴν ὑψηλὴν τὴν ἐν Γαβαων, οὗ ἐκεῖ ἦν ἡ σκηνὴ τοῦ μαρτυρίου τοῦ θεοῦ, ἣν ἐποίησεν Μωυσῆς παῖς κυρίου ἐν τῇ ἐρήμῳ·

4ἀλλὰ κιβωτὸν τοῦ θεοῦ ἀνήνεγκεν Δαυιδ ἐκ πόλεως Καριαθιαριμ, ὅτι ἡτοίμασεν αὐτῇ σκηνὴν εἰς Ιερουσαλημ,

5καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν, ὃ ἐποίησεν Βεσελεηλ υἱὸς Ουριου υἱοῦ Ωρ, ἐκεῖ ἦν ἔναντι τῆς σκηνῆς κυρίου, καὶ ἐξεζήτησεν αὐτὸ Σαλωμων καὶ ἡ ἐκκλησία,

Lire 2 Chroniques 1 en entier

Commentaires sur 2 Chroniques 1

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org