1 Samuel 30
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Samuel 30:6-15

6καὶ ἐθλίβη Δαυιδ σφόδρα, ὅτι εἶπεν ὁ λαὸς λιθοβολῆσαι αὐτόν, ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ, ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ· καὶ ἐκραταιώθη Δαυιδ ἐν κυρίῳ θεῷ αὐτοῦ.

7καὶ εἶπεν Δαυιδ πρὸς Αβιαθαρ τὸν ἱερέα υἱὸν Αχιμελεχ Προσάγαγε τὸ εφουδ.

8καὶ ἐπηρώτησεν Δαυιδ διὰ τοῦ κυρίου λέγων Εἰ καταδιώξω ὀπίσω τοῦ γεδδουρ τούτου ; εἰ καταλήμψομαι αὐτούς ; καὶ εἶπεν αὐτῷ Καταδίωκε, ὅτι καταλαμβάνων καταλήμψῃ καὶ ἐξαιρούμενος ἐξελῇ.

9καὶ ἐπορεύθη Δαυιδ, αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάρρου Βοσορ, καὶ οἱ περισσοὶ ἔστησαν.

10καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν, ὑπέστησαν δὲ διακόσιοι ἄνδρες, οἵτινες ἐκάθισαν πέραν τοῦ χειμάρρου τοῦ Βοσορ.

11καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυιδ ἐν ἀγρῷ· καὶ διδόασιν αὐτῷ ἄρτον, καὶ ἔφαγεν, καὶ ἐπότισαν αὐτὸν ὕδωρ·

12καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης, καὶ ἔφαγεν, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.

13καὶ εἶπεν αὐτῷ Δαυιδ Τίνος σὺ εἶ καὶ πόθεν εἶ ; καὶ εἶπεν τὸ παιδάριον τὸ Αἰγύπτιον Ἐγώ εἰμι δοῦλος ἀνδρὸς Αμαληκίτου, καὶ κατέλιπέν με ὁ κύριός μου, ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος.

14καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ νότον τοῦ Χολθι καὶ ἐπὶ τὰ τῆς Ιουδαίας μέρη καὶ ἐπὶ νότον Χελουβ καὶ τὴν Σεκελακ ἐνεπυρίσαμεν ἐν πυρί.

15καὶ εἶπεν πρὸς αὐτὸν Δαυιδ Εἰ κατάξεις με ἐπὶ τὸ γεδδουρ τοῦτο ; καὶ εἶπεν Ὄμοσον δή μοι κατὰ τοῦ θεοῦ μὴ θανατώσειν με καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου, καὶ κατάξω σε ἐπὶ τὸ γεδδουρ τοῦτο.

Lire 1 Samuel 30 en entier

Commentaires sur 1 Samuel 30

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org