1 Samuel 27
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Samuel 27:2-7

2καὶ ἀνέστη Δαυιδ καὶ οἱ τετρακόσιοι ἄνδρες μετ αὐτοῦ καὶ ἐπορεύθη πρὸς Αγχους υἱὸν Αμμαχ βασιλέα Γεθ.

3καὶ ἐκάθισεν Δαυιδ μετὰ Αγχους ἐν Γεθ, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυιδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ Αχινααμ ἡ Ιεζραηλῖτις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου.

4καὶ ἀνηγγέλη τῷ Σαουλ ὅτι πέφευγεν Δαυιδ εἰς Γεθ, καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν.

5καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Εἰ δὴ εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ ἀγρὸν καὶ καθήσομαι ἐκεῖ· καὶ ἵνα τί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένῃ μετὰ σοῦ ;

6καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελακ· διὰ τοῦτο ἐγενήθη Σεκελακ τῷ βασιλεῖ τῆς Ιουδαίας ἕως τῆς ἡμέρας ταύτης.

7καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἡμερῶν, ὧν ἐκάθισεν Δαυιδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων, τέσσαρας μῆνας.

Lire 1 Samuel 27 en entier

Commentaires sur 1 Samuel 27

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org