Septante (AT)
1 Samuel 26:13-20
13καὶ διέβη Δαυιδ εἰς τὸ πέραν καὶ ἔστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν, καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτῶν.
14καὶ προσεκαλέσατο Δαυιδ τὸν λαὸν καὶ τῷ Αβεννηρ ἐλάλησεν λέγων Οὐκ ἀποκριθήσει, Αβεννηρ ; καὶ ἀπεκρίθη Αβεννηρ καὶ εἶπεν Τίς εἶ σὺ ὁ καλῶν με ;
15καὶ εἶπεν Δαυιδ πρὸς Αβεννηρ Οὐκ ἀνὴρ σύ ; καὶ τίς ὡς σὺ ἐν Ισραηλ ; καὶ διὰ τί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα ; ὅτι εἰσῆλθεν εἷς ἐκ τοῦ λαοῦ διαφθεῖραι τὸν βασιλέα κύριόν σου.
16καὶ οὐκ ἀγαθὸν τὸ ῥῆμα τοῦτο, ὃ πεποίηκας· ζῇ κύριος, ὅτι υἱοὶ θανατώσεως ὑμεῖς οἱ φυλάσσοντες τὸν βασιλέα κύριον ὑμῶν τὸν χριστὸν κυρίου. καὶ νῦν ἰδὲ δή· τὸ δόρυ τοῦ βασιλέως καὶ ὁ φακὸς τοῦ ὕδατος ποῦ ἐστιν τὰ πρὸς κεφαλῆς αὐτοῦ ;
17καὶ ἐπέγνω Σαουλ τὴν φωνὴν τοῦ Δαυιδ καὶ εἶπεν Ἦ φωνή σου αὕτη, τέκνον Δαυιδ ; καὶ εἶπεν Δαυιδ Δοῦλός σου, κύριε βασιλεῦ.
18καὶ εἶπεν Ἵνα τί τοῦτο καταδιώκει ὁ κύριός μου ὀπίσω τοῦ δούλου αὐτοῦ ; ὅτι τί ἡμάρτηκα καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα ;
19καὶ νῦν ἀκουσάτω δὴ ὁ κύριός μου ὁ βασιλεὺς τὸ ῥῆμα τοῦ δούλου αὐτοῦ· εἰ ὁ θεὸς ἐπισείει σε ἐπ ἐμέ, ὀσφρανθείη θυσίας σου· καὶ εἰ υἱοὶ ἀνθρώπων, ἐπικατάρατοι οὗτοι ἐνώπιον κυρίου, ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίσθαι ἐν κληρονομίᾳ κυρίου λέγοντες Πορεύου δούλευε θεοῖς ἑτέροις.
20καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξ ἐναντίας προσώπου κυρίου, ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς Ισραηλ ζητεῖν τὴν ψυχήν μου, καθὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοῖς ὄρεσιν.
Commentaires sur 1 Samuel 26
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires