1 Samuel 15
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Samuel 15:2-9

2τάδε εἶπεν κύριος σαβαωθ Νῦν ἐκδικήσω ἃ ἐποίησεν Αμαληκ τῷ Ισραηλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου·

3καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Αμαληκ καὶ Ιεριμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολεθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου.

4καὶ παρήγγειλεν Σαουλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγαλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν Ιουδαν τριάκοντα χιλιάδας ταγμάτων.

5καὶ ἦλθεν Σαουλ ἕως τῶν πόλεων Αμαληκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ.

6καὶ εἶπεν Σαουλ πρὸς τὸν Κιναῖον Ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Αμαληκίτου, μὴ προσθῶ σε μετ αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου Αμαληκ.

7καὶ ἐπάταξεν Σαουλ τὸν Αμαληκ ἀπὸ Ευιλατ ἕως Σουρ ἐπὶ προσώπου Αἰγύπτου.

8καὶ συνέλαβεν τὸν Αγαγ βασιλέα Αμαληκ ζῶντα καὶ πάντα τὸν λαὸν Ιεριμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας.

9καὶ περιεποιήσατο Σαουλ καὶ πᾶς ὁ λαὸς τὸν Αγαγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεθρεῦσαι· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέθρευσαν.

Lire 1 Samuel 15 en entier

Commentaires sur 1 Samuel 15

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org