1 Samuel 15
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Samuel 15:16-24

16καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Ἄνες καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησεν κύριος πρός με τὴν νύκτα· καὶ εἶπεν αὐτῷ Λάλησον.

17καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Οὐχὶ μικρὸς σὺ εἶ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου φυλῆς Ισραηλ ; καὶ ἔχρισέν σε κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ.

18καὶ ἀπέστειλέν σε κύριος ἐν ὁδῷ καὶ εἶπέν σοι Πορεύθητι καὶ ἐξολέθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν Αμαληκ, καὶ πολεμήσεις αὐτούς, ἕως συντελέσῃς αὐτούς.

19καὶ ἵνα τί οὐκ ἤκουσας τῆς φωνῆς κυρίου, ἀλλ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον κυρίου ;

20καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ Διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ· καὶ ἐπορεύθην ἐν τῇ ὁδῷ, ᾗ ἀπέστειλέν με κύριος, καὶ ἤγαγον τὸν Αγαγ βασιλέα Αμαληκ καὶ τὸν Αμαληκ ἐξωλέθρευσα·

21καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια, τὰ πρῶτα τοῦ ἐξολεθρεύματος, θῦσαι ἐνώπιον κυρίου θεοῦ ἡμῶν ἐν Γαλγαλοις.

22καὶ εἶπεν Σαμουηλ Εἰ θελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκοῦσαι φωνῆς κυρίου ; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴ καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν·

23ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφιν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου, καὶ ἐξουδενώσει σε κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ισραηλ.

24καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ Ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον κυρίου καὶ τὸ ῥῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν·

Lire 1 Samuel 15 en entier

Commentaires sur 1 Samuel 15

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org