1 Samuel 13
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Samuel 13:4-15

4καὶ πᾶς Ισραηλ ἤκουσεν λεγόντων Πέπαικεν Σαουλ τὸν Νασιβ τὸν ἀλλόφυλον, καὶ ᾐσχύνθησαν Ισραηλ ἐν τοῖς ἀλλοφύλοις. καὶ ἀνεβόησαν ὁ λαὸς ὀπίσω Σαουλ ἐν Γαλγαλοις.

5καὶ οἱ ἀλλόφυλοι συνάγονται εἰς πόλεμον ἐπὶ Ισραηλ, καὶ ἀναβαίνουσιν ἐπὶ Ισραηλ τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἓξ χιλιάδες ἱππέων καὶ λαὸς ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν τῷ πλήθει· καὶ ἀναβαίνουσιν καὶ παρεμβάλλουσιν ἐν Μαχεμας ἐξ ἐναντίας Βαιθων κατὰ νότου.

6καὶ ἀνὴρ Ισραηλ εἶδεν ὅτι στενῶς αὐτῷ μὴ προσάγειν αὐτόν, καὶ ἐκρύβη ὁ λαὸς ἐν τοῖς σπηλαίοις καὶ ἐν ταῖς μάνδραις καὶ ἐν ταῖς πέτραις καὶ ἐν τοῖς βόθροις καὶ ἐν τοῖς λάκκοις,

7καὶ οἱ διαβαίνοντες διέβησαν τὸν Ιορδάνην εἰς γῆν Γαδ καὶ Γαλααδ. καὶ Σαουλ ἔτι ἦν ἐν Γαλγαλοις, καὶ πᾶς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτοῦ.

8καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ, ὡς εἶπεν Σαμουηλ, καὶ οὐ παρεγένετο Σαμουηλ εἰς Γαλγαλα, καὶ διεσπάρη ὁ λαὸς αὐτοῦ ἀπ αὐτοῦ.

9καὶ εἶπεν Σαουλ Προσαγάγετε, ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς· καὶ ἀνήνεγκεν τὴν ὁλοκαύτωσιν.

10καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ Σαμουηλ παραγίνεται· καὶ ἐξῆλθεν Σαουλ εἰς ἀπάντησιν αὐτῷ εὐλογῆσαι αὐτόν.

11καὶ εἶπεν Σαμουηλ Τί πεποίηκας ; καὶ εἶπεν Σαουλ Ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπ ἐμοῦ καὶ σὺ οὐ παρεγένου, ὡς διετάξω, ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχεμας,

12καὶ εἶπα Νῦν καταβήσονται οἱ ἀλλόφυλοι πρός με εἰς Γαλγαλα καὶ τοῦ προσώπου τοῦ κυρίου οὐκ ἐδεήθην· καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν.

13καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι κύριος. ὡς νῦν ἡτοίμασεν κύριος τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ Ισραηλ·

14καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεται, καὶ ζητήσει κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ, καὶ ἐντελεῖται κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι κύριος.

15καὶ ἀνέστη Σαμουηλ καὶ ἀπῆλθεν ἐκ Γαλγαλων εἰς ὁδὸν αὐτοῦ. καὶ τὸ κατάλειμμα τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαουλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ. αὐτῶν παραγενομένων ἐκ Γαλγαλων εἰς Γαβαα Βενιαμιν καὶ ἐπεσκέψατο Σαουλ τὸν λαὸν τὸν εὑρεθέντα μετ αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας.

Lire 1 Samuel 13 en entier

Commentaires sur 1 Samuel 13

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org