Septante (AT)
1 Samuel 11:12-15
12καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουηλ Τίς ὁ εἴπας ὅτι Σαουλ οὐ βασιλεύσει ἡμῶν ; παράδος τοὺς ἄνδρας, καὶ θανατώσομεν αὐτούς.
13καὶ εἶπεν Σαουλ Οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι σήμερον κύριος ἐποίησεν σωτηρίαν ἐν Ισραηλ.
14Καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων Πορευθῶμεν εἰς Γαλγαλα καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν.
15καὶ ἐπορεύθη πᾶς ὁ λαὸς εἰς Γαλγαλα, καὶ ἔχρισεν Σαμουηλ ἐκεῖ τὸν Σαουλ εἰς βασιλέα ἐνώπιον κυρίου ἐν Γαλγαλοις καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον κυρίου· καὶ εὐφράνθη Σαμουηλ καὶ πᾶς Ισραηλ ὥστε λίαν.
Commentaires sur 1 Samuel 11
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires