Septante (AT)
1 Rois 4:3-12
3καὶ Ελιαρεφ καὶ Αχια υἱὸς Σαβα γραμματεῖς καὶ Ιωσαφατ υἱὸς Αχιλιδ ὑπομιμνῄσκων
4καὶ Σαδουχ καὶ Αβιαθαρ ἱερεῖς
5καὶ Ορνια υἱὸς Ναθαν ἐπὶ τῶν καθεσταμένων καὶ Ζαβουθ υἱὸς Ναθαν ἑταῖρος τοῦ βασιλέως
6καὶ Αχιηλ οἰκονόμος καὶ Ελιαβ υἱὸς Σαφ ἐπὶ τῆς πατριᾶς καὶ Αδωνιραμ υἱὸς Εφρα ἐπὶ τῶν φόρων.
7Καὶ τῷ Σαλωμων δώδεκα καθεσταμένοι ἐπὶ πάντα Ισραηλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν.
8καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βενωρ ἐν ὄρει Εφραιμ, εἷς·
9υἱὸς Ρηχαβ ἐν Μαχεμας καὶ Βηθαλαμιν καὶ Βαιθσαμυς καὶ Αιλων ἕως Βαιθαναν, εἷς·
10υἱὸς Εσωθ Βηρβηθνεμα, Λουσαμηνχα καὶ Ρησφαρα·
11Χιναναδαβ καὶ Αναφαθι, ἀνὴρ Ταβληθ, θυγάτηρ Σαλωμων ἦν αὐτῷ εἰς γυναῖκα, εἷς·
12Βακχα υἱὸς Αχιλιδ Θααναχ καὶ Μεκεδω καὶ πᾶς ὁ οἶκος Σαν ὁ παρὰ Σεσαθαν ὑποκάτω τοῦ Εσραε καὶ ἐκ Βαισαφουδ Εβελμαωλα ἕως Μαεβερ Λουκαμ, εἷς·
Commentaires sur 1 Rois 4
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires