Septante (AT)
1 Rois 20:5-9
5καὶ εἰσῆλθεν Ιεζαβελ ἡ γυνὴ αὐτοῦ πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς αὐτόν Τί τὸ πνεῦμά σου τεταραγμένον καὶ οὐκ εἶ σὺ ἐσθίων ἄρτον ;
6καὶ εἶπεν πρὸς αὐτήν Ὅτι ἐλάλησα πρὸς Ναβουθαι τὸν Ιεζραηλίτην λέγων Δός μοι τὸν ἀμπελῶνά σου ἀργυρίου· εἰ δὲ βούλει, δώσω σοι ἀμπελῶνα ἄλλον ἀντ αὐτοῦ· καὶ εἶπεν Οὐ δώσω σοι κληρονομίαν πατέρων μου.
7καὶ εἶπεν πρὸς αὐτὸν Ιεζαβελ ἡ γυνὴ αὐτοῦ Σὺ νῦν οὕτως ποιεῖς βασιλέα ἐπὶ Ισραηλ ; ἀνάστηθι φάγε ἄρτον καὶ σαυτοῦ γενοῦ· ἐγὼ δώσω σοι τὸν ἀμπελῶνα Ναβουθαι τοῦ Ιεζραηλίτου.
8καὶ ἔγραψεν βιβλίον ἐπὶ τῷ ὀνόματι Αχααβ καὶ ἐσφραγίσατο τῇ σφραγῖδι αὐτοῦ καὶ ἀπέστειλεν τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικοῦντας μετὰ Ναβουθαι.
9καὶ ἐγέγραπτο ἐν τοῖς βιβλίοις λέγων Νηστεύσατε νηστείαν καὶ καθίσατε τὸν Ναβουθαι ἐν ἀρχῇ τοῦ λαοῦ·
Commentaires sur 1 Rois 20
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires