Septante (AT)
1 Rois 17:9-16
9Ἀνάστηθι καὶ πορεύου εἰς Σαρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε.
10καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτα εἰς τὸν πυλῶνα τῆς πόλεως, καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγεν ξύλα· καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ηλιου καὶ εἶπεν αὐτῇ Λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι.
11καὶ ἐπορεύθη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ηλιου καὶ εἶπεν Λήμψῃ δή μοι ψωμὸν ἄρτου ἐν τῇ χειρί σου.
12καὶ εἶπεν ἡ γυνή Ζῇ κύριος ὁ θεός σου, εἰ ἔστιν μοι ἐγκρυφίας ἀλλ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ· καὶ ἰδοὺ ἐγὼ συλλέγω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα.
13καὶ εἶπεν πρὸς αὐτὴν Ηλιου Θάρσει, εἴσελθε καὶ ποίησον κατὰ τὸ ῥῆμά σου· ἀλλὰ ποίησον ἐμοὶ ἐκεῖθεν ἐγκρυφίαν μικρὸν ἐν πρώτοις καὶ ἐξοίσεις μοι, σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ ἐσχάτου·
14ὅτι τάδε λέγει κύριος Ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς.
15καὶ ἐπορεύθη ἡ γυνὴ καὶ ἐποίησεν· καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς.
16καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπεν καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονώθη κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ηλιου.
Commentaires sur 1 Rois 17
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires