Septante (AT)
1 Rois 17:17-24
17Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου, καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα, ἕως οὗ οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα.
18καὶ εἶπεν πρὸς Ηλιου Τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ θεοῦ ; εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου.
19καὶ εἶπεν Ηλιου πρὸς τὴν γυναῖκα Δός μοι τὸν υἱόν σου. καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον, ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ.
20καὶ ἀνεβόησεν Ηλιου καὶ εἶπεν Οἴμμοι, κύριε ὁ μάρτυς τῆς χήρας, μεθ ἧς ἐγὼ κατοικῶ μετ αὐτῆς, σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς.
21καὶ ἐνεφύσησεν τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν κύριον καὶ εἶπεν Κύριε ὁ θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν.
22καὶ ἐγένετο οὕτως, καὶ ἀνεβόησεν τὸ παιδάριον.
23καὶ κατήγαγεν αὐτὸν ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν Ηλιου Βλέπε, ζῇ ὁ υἱός σου.
24καὶ εἶπεν ἡ γυνὴ πρὸς Ηλιου Ἰδοὺ ἔγνωκα ὅτι ἄνθρωπος θεοῦ εἶ σὺ καὶ ῥῆμα κυρίου ἐν στόματί σου ἀληθινόν.
Commentaires sur 1 Rois 17
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires