1 Rois 16
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Rois 16:9-20

9καὶ συνέστρεψεν ἐπ αὐτὸν Ζαμβρι ὁ ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερσα πίνων μεθύων ἐν τῷ οἴκῳ Ωσα τοῦ οἰκονόμου ἐν Θερσα·

10καὶ εἰσῆλθεν Ζαμβρι καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ.

11καὶ ἐγενήθη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασα

12κατὰ τὸ ῥῆμα, ὃ ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον Βαασα πρὸς Ιου τὸν προφήτην

13περὶ πασῶν τῶν ἁμαρτιῶν Βαασα καὶ Ηλα τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ισραηλ τοῦ παροργίσαι κύριον τὸν θεὸν Ισραηλ ἐν τοῖς ματαίοις αὐτῶν.

14καὶ τὰ λοιπὰ τῶν λόγων Ηλα καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ ;

15Καὶ Ζαμβρι ἐβασίλευσεν ἑπτὰ ἡμέρας ἐν Θερσα. καὶ ἡ παρεμβολὴ Ισραηλ ἐπὶ Γαβαθων τὴν τῶν ἀλλοφύλων,

16καὶ ἤκουσεν ὁ λαὸς ἐν τῇ παρεμβολῇ λεγόντων Συνεστράφη Ζαμβρι καὶ ἔπαισεν τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν Ισραηλ τὸν Αμβρι τὸν ἡγούμενον τῆς στρατιᾶς ἐπὶ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ.

17καὶ ἀνέβη Αμβρι καὶ πᾶς Ισραηλ μετ αὐτοῦ ἐκ Γαβαθων καὶ περιεκάθισαν ἐπὶ Θερσα.

18καὶ ἐγενήθη ὡς εἶδεν Ζαμβρι ὅτι προκατείλημπται αὐτοῦ ἡ πόλις, καὶ εἰσπορεύεται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως καὶ ἐνεπύρισεν ἐπ αὐτὸν τὸν οἶκον τοῦ βασιλέως ἐν πυρὶ καὶ ἀπέθανεν

19ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ, ὧν ἐποίησεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου πορευθῆναι ἐν ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ισραηλ.

20καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρι καὶ τὰς συνάψεις αὐτοῦ, ἃς συνῆψεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ ;

Lire 1 Rois 16 en entier

Commentaires sur 1 Rois 16

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org