Septante (AT)
1 Rois 1:2-15
2καὶ εἶπον οἱ παῖδες αὐτοῦ Ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ παρθένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσα καὶ κοιμηθήσεται μετ αὐτοῦ, καὶ θερμανθήσεται ὁ κύριος ἡμῶν ὁ βασιλεύς.
3καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ισραηλ καὶ εὗρον τὴν Αβισακ τὴν Σωμανῖτιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα.
4καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα· καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν.
5Καὶ Αδωνιας υἱὸς Αγγιθ ἐπῄρετο λέγων Ἐγὼ βασιλεύσω· καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ.
6καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε λέγων Διὰ τί σὺ ἐποίησας ; καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα, καὶ αὐτὸν ἔτεκεν ὀπίσω Αβεσσαλωμ.
7καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ιωαβ τοῦ υἱοῦ Σαρουιας καὶ μετὰ Αβιαθαρ τοῦ ἱερέως, καὶ ἐβοήθουν ὀπίσω Αδωνιου·
8καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Βαναιας υἱὸς Ιωδαε καὶ Ναθαν ὁ προφήτης καὶ Σεμει καὶ Ρηι καὶ οἱ δυνατοὶ τοῦ Δαυιδ οὐκ ἦσαν ὀπίσω Αδωνιου.
9καὶ ἐθυσίασεν Αδωνιας πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ λίθου τοῦ Ζωελεθ, ὃς ἦν ἐχόμενα τῆς πηγῆς Ρωγηλ, καὶ ἐκάλεσεν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ καὶ πάντας τοὺς ἁδροὺς Ιουδα, παῖδας τοῦ βασιλέως·
10καὶ τὸν Ναθαν τὸν προφήτην καὶ Βαναιαν καὶ τοὺς δυνατοὺς καὶ τὸν Σαλωμων ἀδελφὸν αὐτοῦ οὐκ ἐκάλεσεν.
11Καὶ εἶπεν Ναθαν πρὸς Βηρσαβεε μητέρα Σαλωμων λέγων Οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Αδωνιας υἱὸς Αγγιθ ; καὶ ὁ κύριος ἡμῶν Δαυιδ οὐκ ἔγνω.
12καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν, καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμων·
13δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα Οὐχὶ σύ, κύριέ μου βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ ἐμὲ καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου ; καὶ τί ὅτι ἐβασίλευσεν Αδωνιας ;
14καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου.
15καὶ εἰσῆλθεν Βηρσαβεε πρὸς τὸν βασιλέα εἰς τὸ ταμίειον, καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα, καὶ Αβισακ ἡ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ.
Commentaires sur 1 Rois 1
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires