Septante (AT)
1 Rois 1:15-31
15καὶ εἰσῆλθεν Βηρσαβεε πρὸς τὸν βασιλέα εἰς τὸ ταμίειον, καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα, καὶ Αβισακ ἡ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ.
16καὶ ἔκυψεν Βηρσαβεε καὶ προσεκύνησεν τῷ βασιλεῖ. καὶ εἶπεν ὁ βασιλεύς Τί ἐστίν σοι ;
17ἡ δὲ εἶπεν Κύριέ μου βασιλεῦ, σὺ ὤμοσας ἐν κυρίῳ τῷ θεῷ σου τῷ δούλῃ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου.
18καὶ νῦν ἰδοὺ Αδωνιας ἐβασίλευσεν, καὶ σύ, κύριέ μου βασιλεῦ, οὐκ ἔγνως·
19καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ Αβιαθαρ τὸν ἱερέα καὶ Ιωαβ τὸν ἄρχοντα τῆς δυνάμεως, καὶ τὸν Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν.
20καὶ σύ, κύριέ μου βασιλεῦ, οἱ ὀφθαλμοὶ παντὸς Ισραηλ πρὸς σὲ ἀπαγγεῖλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ αὐτόν.
21καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ ὁ υἱός μου Σαλωμων ἁμαρτωλοί.
22καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Ναθαν ὁ προφήτης ἦλθεν.
23καὶ ἀνηγγέλη τῷ βασιλεῖ Ἰδοὺ Ναθαν ὁ προφήτης· καὶ εἰσῆλθεν κατὰ πρόσωπον τοῦ βασιλέως καὶ προσεκύνησεν τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.
24καὶ εἶπεν Ναθαν Κύριέ μου βασιλεῦ, σὺ εἶπας Αδωνιας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου·
25ὅτι κατέβη σήμερον καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ Αβιαθαρ τὸν ἱερέα, καὶ ἰδού εἰσιν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ καὶ εἶπαν Ζήτω ὁ βασιλεὺς Αδωνιας.
26καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδωκ τὸν ἱερέα καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν.
27εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονεν τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως μετ αὐτόν ;
28καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν Καλέσατέ μοι τὴν Βηρσαβεε· καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτοῦ.
29καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἶπεν Ζῇ κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως,
30ὅτι καθὼς ὤμοσά σοι ἐν κυρίῳ τῷ θεῷ Ισραηλ λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ ἐμοῦ, ὅτι οὕτως ποιήσω τῇ ἡμέρᾳ ταύτῃ.
31καὶ ἔκυψεν Βηρσαβεε ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν Ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυιδ εἰς τὸν αἰῶνα.
Commentaires sur 1 Rois 1
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires