Septante (AT)
1 Chroniques 6:33-44
33Καὶ ἀδελφοὶ αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν οἱ Λευῖται δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ θεοῦ.
34καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ Ισραηλ κατὰ πάντα, ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ θεοῦ.
35καὶ οὗτοι υἱοὶ Ααρων· Ελεαζαρ υἱὸς αὐτοῦ. Φινεες υἱὸς αὐτοῦ, Αβισου υἱὸς αὐτοῦ,
36Βωκαι υἱὸς αὐτοῦ, Οζι υἱὸς αὐτοῦ, Ζαραια υἱὸς αὐτοῦ,
37Μαριηλ υἱὸς αὐτοῦ, Αμαρια υἱὸς αὐτοῦ, Αχιτωβ υἱὸς αὐτοῦ,
38Σαδωκ υἱὸς αὐτοῦ, Αχιμαας υἱὸς αὐτοῦ.
39Καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν ἐν τοῖς ὁρίοις αὐτῶν· τοῖς υἱοῖς Ααρων τῇ πατριᾷ τοῦ Κααθι – ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος
40καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρων ἐν γῇ Ιουδα καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς·
41καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλεβ υἱῷ Ιεφοννη.
42καὶ τοῖς υἱοῖς Ααρων ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Χεβρων καὶ τὴν Λοβνα καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Σελνα καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Εσθαμω καὶ τὰ περισπόρια αὐτῆς
43καὶ τὴν Ιεθθαρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβιρ καὶ τὰ περισπόρια αὐτῆς
44καὶ τὴν Ασαν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ατταν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βασαμυς καὶ τὰ περισπόρια αὐτῆς
Commentaires sur 1 Chroniques 6
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires