Septante (AT)
1 Chroniques 29:1-2
1Καὶ εἶπεν Δαυιδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ Σαλωμων ὁ υἱός μου, εἷς ὃν ᾑρέτικεν ἐν αὐτῷ κύριος, νέος καὶ ἁπαλός, καὶ τὸ ἔργον μέγα, ὅτι οὐκ ἀνθρώπῳ ἡ οἰκοδομή, ἀλλ ἢ κυρίῳ θεῷ.
2κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον θεοῦ μου χρυσίον, ἀργύριον, χαλκόν, σίδηρον, ξύλα, λίθους σοομ καὶ πληρώσεως καὶ λίθους πολυτελεῖς καὶ ποικίλους καὶ πάντα λίθον τίμιον καὶ πάριον πολύν.
Commentaires sur 1 Chroniques 29
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires