1 Chroniques 19
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Chroniques 19:1-4

1Καὶ ἐγένετο μετὰ ταῦτα ἀπέθανεν Ναας βασιλεὺς υἱῶν Αμμων, καὶ ἐβασίλευσεν Αναν υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

2καὶ εἶπεν Δαυιδ Ποιήσω ἔλεος μετὰ Αναν υἱοῦ Ναας, ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν ἀγγέλους Δαυιδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἦλθον παῖδες Δαυιδ εἰς γῆν υἱῶν Αμμων τοῦ παρακαλέσαι αὐτόν.

3καὶ εἶπον ἄρχοντες Αμμων πρὸς Αναν Μὴ δοξάζων Δαυιδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέν σοι παρακαλοῦντας ; οὐχ ὅπως ἐξερευνήσωσιν τὴν πόλιν τοῦ κατασκοπῆσαι τὴν γῆν, ἦλθον παῖδες αὐτοῦ πρὸς σέ ;

4καὶ ἔλαβεν Αναν τοὺς παῖδας Δαυιδ καὶ ἐξύρησεν αὐτοὺς καὶ ἀφεῖλεν τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς καὶ ἀπέστειλεν αὐτούς.

Lire 1 Chroniques 19 en entier

Commentaires sur 1 Chroniques 19

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org