Septante (AT)
1 Chroniques 15:16-22
16καὶ εἶπεν Δαυιδ τοῖς ἄρχουσιν τῶν Λευιτῶν Στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις ᾠδῶν, νάβλαις καὶ κινύραις καὶ κυμβάλοις, τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης.
17καὶ ἔστησαν οἱ Λευῖται τὸν Αιμαν υἱὸν Ιωηλ· ἐκ τῶν ἀδελφῶν αὐτοῦ Ασαφ υἱὸς Βαραχια, καὶ ἐκ τῶν υἱῶν Μεραρι ἀδελφῶν αὐτοῦ Αιθαν υἱὸς Κισαιου.
18καὶ μετ αὐτῶν ἀδελφοὶ αὐτῶν οἱ δεύτεροι, Ζαχαριας καὶ Οζιηλ καὶ Σεμιραμωθ καὶ Ιιηλ καὶ Ωνι καὶ Ελιαβ καὶ Βαναια καὶ Μαασαια καὶ Ματταθια καὶ Ελιφαλια καὶ Μακενια καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας, οἱ πυλωροί.
19καὶ οἱ ψαλτῳδοί· Αιμαν, Ασαφ καὶ Αιθαν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι·
20Ζαχαριας καὶ Οζιηλ, Σεμιραμωθ, Ιιηλ, Ωνι, Ελιαβ, Μασαιας, Βαναιας ἐν νάβλαις ἐπὶ αλαιμωθ·
21καὶ Ματταθιας καὶ Ελιφαλιας καὶ Μακενιας καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας ἐν κινύραις αμασενιθ τοῦ ἐνισχῦσαι.
22καὶ Χωνενια ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν.
Commentaires sur 1 Chroniques 15
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires