Septante (AT)
1 Chroniques 14:1-7
1Καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους τοίχων καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον.
2καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμησεν αὐτὸν κύριος ἐπὶ Ισραηλ, ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ισραηλ.
3Καὶ ἔλαβεν Δαυιδ ἔτι γυναῖκας ἐν Ιερουσαλημ, καὶ ἐτέχθησαν Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες.
4καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων, οἳ ἦσαν αὐτῷ ἐν Ιερουσαλημ· Σαμαα, Ισοβααμ, Ναθαν, Σαλωμων
5καὶ Ιβααρ καὶ Ελισαε καὶ Ελιφαλετ
6καὶ Ναγε καὶ Ναφαγ καὶ Ιανουου
7καὶ Ελισαμαε καὶ Βαλεγδαε καὶ Ελιφαλετ.
Commentaires sur 1 Chroniques 14
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires