1 Chroniques 11
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Chroniques 11:10-14

10Καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυιδ, οἱ κατισχύοντες μετ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ισραηλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον κυρίου ἐπὶ Ισραηλ·

11καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυιδ· Ιεσεβααλ υἱὸς Αχαμανι πρῶτος τῶν τριάκοντα, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί.

12καὶ μετ αὐτὸν Ελεαζαρ υἱὸς Δωδαι ὁ Αχωχι, οὗτος ἦν ἐν τοῖς τρισὶν δυνατοῖς.

13οὗτος ἦν μετὰ Δαυιδ ἐν Φασοδομιν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων·

14καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην.

Lire 1 Chroniques 11 en entier

Commentaires sur 1 Chroniques 11

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org