SBL NT. Grec (NT)
Matthieu 21:5-9
5Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ⸀ἐπὶ πῶλον υἱὸν ὑποζυγίου.
6πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς ⸀συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς
7ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ⸀ἐπ’ αὐτῶν τὰ ⸀ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.
8ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.
9οἱ δὲ ὄχλοι οἱ προάγοντες ⸀αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Commentaires sur Matthieu 21
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires