SBL NT. Grec (NT)
1 Timothée 1:4-7
4μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ⸀ἐκζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει—
5τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου,
6ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν,
7θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται.
Commentaires sur 1 Timothée 1
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires