SBL NT. Grec (NT)
1 Timothée 1:18-20
18Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα ⸀στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν,
19ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν·
20ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.
Commentaires sur 1 Timothée 1
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires