Zacharie 7
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Zacharie 7:2-7

2καὶ ἐξαπέστειλεν εἰς Βαιθηλ Σαρασαρ καὶ Αρβεσεερ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν κύριον

3λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων Εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα, καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη.

4καὶ ἐγένετο λόγος κυρίου τῶν δυνάμεων πρός με λέγων

5Εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων Ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι ;

6καὶ ἐὰν φάγητε ἢ πίητε, οὐχ ὑμεῖς ἔσθετε καὶ ὑμεῖς πίνετε ;

7οὐχ οὗτοι οἱ λόγοι εἰσίν, οὓς ἐλάλησεν κύριος ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν, ὅτε ἦν Ιερουσαλημ κατοικουμένη καὶ εὐθηνοῦσα καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο ;

Lire Zacharie 7 en entier

Commentaires sur Zacharie 7

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org