Septante (AT)
Zacharie 13:2-6
2καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος, ἐξολεθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία· καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς.
3καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτόν Οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐπ ὀνόματι κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν αὐτόν.
4καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτόν, καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνθ ὧν ἐψεύσαντο.
5καὶ ἐρεῖ Οὔκ εἰμι προφήτης ἐγώ, διότι ἄνθρωπος ἐργαζόμενος τὴν γῆν ἐγώ εἰμι, ὅτι ἄνθρωπος ἐγέννησέν με ἐκ νεότητός μου.
6καὶ ἐρῶ πρὸς αὐτόν Τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶν σου ; καὶ ἐρεῖ Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου.
Commentaires sur Zacharie 13
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires