Ruth 3
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Ruth 3:8-15

8ἐγένετο δὲ ἐν τῷ μεσονυκτίῳ καὶ ἐξέστη ὁ ἀνὴρ καὶ ἐταράχθη, καὶ ἰδοὺ γυνὴ κοιμᾶται πρὸς ποδῶν αὐτοῦ.

9εἶπεν δέ Τίς εἶ σύ ; ἡ δὲ εἶπεν Ἐγώ εἰμι Ρουθ ἡ δούλη σου, καὶ περιβαλεῖς τὸ πτερύγιόν σου ἐπὶ τὴν δούλην σου, ὅτι ἀγχιστεὺς εἶ σύ.

10καὶ εἶπεν Βοος Εὐλογημένη σὺ τῷ κυρίῳ θεῷ, θύγατερ, ὅτι ἠγάθυνας τὸ ἔλεός σου τὸ ἔσχατον ὑπὲρ τὸ πρῶτον, τὸ μὴ πορευθῆναί σε ὀπίσω νεανιῶν, εἴτοι πτωχὸς εἴτοι πλούσιος.

11καὶ νῦν, θύγατερ, μὴ φοβοῦ· πάντα, ὅσα ἐὰν εἴπῃς, ποιήσω σοι· οἶδεν γὰρ πᾶσα φυλὴ λαοῦ μου ὅτι γυνὴ δυνάμεως εἶ σύ,

12καὶ ὅτι ἀληθῶς ἀγχιστεὺς ἐγώ εἰμι, καί γε ἔστιν ἀγχιστεὺς ἐγγίων ὑπὲρ ἐμέ.

13αὐλίσθητι τὴν νύκτα, καὶ ἔσται τὸ πρωί, ἐὰν ἀγχιστεύσῃ σε, ἀγαθόν, ἀγχιστευέτω· ἐὰν δὲ μὴ βούληται ἀγχιστεῦσαί σε, ἀγχιστεύσω σε ἐγώ, ζῇ κύριος· κοιμήθητι ἕως πρωί.

14καὶ ἐκοιμήθη πρὸς ποδῶν αὐτοῦ ἕως πρωί. ἡ δὲ ἀνέστη πρὸ τοῦ ἐπιγνῶναι ἄνδρα τὸν πλησίον αὐτοῦ· καὶ εἶπεν Βοος Μὴ γνωσθήτω ὅτι ἦλθεν γυνὴ εἰς τὸν ἅλωνα.

15καὶ εἶπεν αὐτῇ Φέρε τὸ περίζωμα τὸ ἐπάνω σου. καὶ ἐκράτησεν αὐτό, καὶ ἐμέτρησεν ἓξ κριθῶν καὶ ἐπέθηκεν ἐπ αὐτήν· καὶ εἰσῆλθεν εἰς τὴν πόλιν.

Lire Ruth 3 en entier

Commentaires sur Ruth 3

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org