Septante (AT)
Proverbes 4:14-19
14ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων·
15ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσιν, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ αὐτῶν καὶ παράλλαξον.
16οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν· ἀφῄρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται·
17οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται.
18αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα·
19αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασιν πῶς προσκόπτουσιν.
Commentaires sur Proverbes 4
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires