Septante (AT)
Proverbes 25:2-7
2Δόξα θεοῦ κρύπτει λόγον, δόξα δὲ βασιλέως τιμᾷ πράγματα.
3οὐρανὸς ὑψηλός, γῆ δὲ βαθεῖα, καρδία δὲ βασιλέως ἀνεξέλεγκτος.
4τύπτε ἀδόκιμον ἀργύριον, καὶ καθαρισθήσεται καθαρὸν ἅπαν·
5κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ.
6μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο·
7κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι Ἀνάβαινε πρός με, ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου. ἃ εἶδον οἱ ὀφθαλμοί σου, λέγε.
Commentaires sur Proverbes 25
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires