Septante (AT)
Proverbes 24:30-34
30ὥσπερ γεώργιον ἀνὴρ ἄφρων, καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν·
31ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος, οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται.
32ὕστερον ἐγὼ μετενόησα, ἐπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν.
33ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ, ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη·
34ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς.
Commentaires sur Proverbes 24
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires