Proverbes 24
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Proverbes 24:21-22

21φοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς·

22ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβεῖς, τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται ; (a) λόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται, δεχόμενος δὲ ἐδέξατο αὐτόν. (b) μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω, καὶ οὐδὲν ψεῦδος ἀπὸ γλώσσης αὐτοῦ οὐ μὴ ἐξέλθῃ. (c) μάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη, ὃς δ ἂν παραδοθῇ, συντριβήσεται· (d) ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ, σὺν νεύροις ἀνθρώπους ἀναλίσκει (e) καὶ ὀστᾶ ἀνθρώπων κατατρώγει καὶ συγκαίει ὥσπερ φλὸξ ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν.

Lire Proverbes 24 en entier

Commentaires sur Proverbes 24

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org