Proverbes 23
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Proverbes 23:29-33

29τίνι οὐαί ; τίνι θόρυβος ; τίνι κρίσις ; τίνι ἀηδίαι καὶ λέσχαι ; τίνι συντρίμματα διὰ κενῆς ; τίνος πέλειοι οἱ ὀφθαλμοί ;

30οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις ; οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται ;

31μὴ μεθύσκεσθε οἴνῳ, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις καὶ ὁμιλεῖτε ἐν περιπάτοις· ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου,

32τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ὁ ἰός.

33οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά,

Lire Proverbes 23 en entier

Commentaires sur Proverbes 23

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org