Nombres 21
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Nombres 21:21-35

21Καὶ ἀπέστειλεν Μωυσῆς πρέσβεις πρὸς Σηων βασιλέα Αμορραίων λόγοις εἰρηνικοῖς λέγων

22Παρελευσόμεθα διὰ τῆς γῆς σου· τῇ ὁδῷ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα, οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου· ὁδῷ βασιλικῇ πορευσόμεθα, ἕως παρέλθωμεν τὰ ὅριά σου.

23καὶ οὐκ ἔδωκεν Σηων τῷ Ισραηλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ, καὶ συνήγαγεν Σηων πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐξῆλθεν παρατάξασθαι τῷ Ισραηλ εἰς τὴν ἔρημον καὶ ἦλθεν εἰς Ιασσα καὶ παρετάξατο τῷ Ισραηλ.

24καὶ ἐπάταξεν αὐτὸν Ισραηλ φόνῳ μαχαίρης καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ Αρνων ἕως Ιαβοκ ἕως υἱῶν Αμμαν· ὅτι Ιαζηρ ὅρια υἱῶν Αμμων ἐστίν.

25καὶ ἔλαβεν Ισραηλ πάσας τὰς πόλεις ταύτας, καὶ κατῴκησεν Ισραηλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Αμορραίων, ἐν Εσεβων καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ.

26ἔστιν γὰρ Εσεβων πόλις Σηων τοῦ βασιλέως τῶν Αμορραίων, καὶ οὗτος ἐπολέμησεν βασιλέα Μωαβ τὸ πρότερον καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ Αροηρ ἕως Αρνων.

27διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί Ἔλθετε εἰς Εσεβων, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηων.

28ὅτι πῦρ ἐξῆλθεν ἐξ Εσεβων, φλὸξ ἐκ πόλεως Σηων καὶ κατέφαγεν ἕως Μωαβ καὶ κατέπιεν στήλας Αρνων.

29οὐαί σοι, Μωαβ· ἀπώλου, λαὸς Χαμως. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Αμορραίων Σηων·

30καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, Εσεβων ἕως Δαιβων, καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωαβ.

31Κατῴκησεν δὲ Ισραηλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Αμορραίων.

32καὶ ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν Ιαζηρ, καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς καὶ ἐξέβαλον τὸν Αμορραῖον τὸν κατοικοῦντα ἐκεῖ.

33καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασαν· καὶ ἐξῆλθεν Ωγ βασιλεὺς τῆς Βασαν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Εδραιν.

34καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ, καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηων βασιλεῖ τῶν Αμορραίων, ὃς κατῴκει ἐν Εσεβων.

35καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτῶν.

Lire Nombres 21 en entier

Commentaires sur Nombres 21

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org