Septante (AT)
Néhémie 6:10-13
10Καὶ ἐγὼ εἰσῆλθον εἰς οἶκον Σεμει υἱοῦ Δαλαια υἱοῦ Μεηταβηλ – καὶ αὐτὸς συνεχόμενοσ – καὶ εἶπεν Συναχθῶμεν εἰς οἶκον τοῦ θεοῦ ἐν μέσῳ αὐτοῦ καὶ κλείσωμεν τὰς θύρας αὐτοῦ, ὅτι ἔρχονται νυκτὸς φονεῦσαί σε.
11καὶ εἶπα Τίς ἐστιν ὁ ἀνήρ, ὃς εἰσελεύσεται εἰς τὸν οἶκον καὶ ζήσεται ;
12καὶ ἐπέγνων καὶ ἰδοὺ ὁ θεὸς οὐκ ἀπέστειλεν αὐτόν, ὅτι ἡ προφητεία λόγος κατ ἐμοῦ, καὶ Τωβιας καὶ Σαναβαλλατ ἐμισθώσαντο
13ἐπ ἐμὲ ὄχλον, ὅπως φοβηθῶ καὶ ποιήσω οὕτως καὶ ἁμάρτω καὶ γένωμαι αὐτοῖς εἰς ὄνομα πονηρόν, ὅπως ὀνειδίσωσίν με.
Commentaires sur Néhémie 6
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires