Néhémie 11
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Néhémie 11:3-9

3Καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας, οἳ ἐκάθισαν ἐν Ιερουσαλημ· καὶ ἐν πόλεσιν Ιουδα ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ ἐν πόλεσιν αὐτῶν, Ισραηλ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ναθιναῖοι καὶ οἱ υἱοὶ δούλων Σαλωμων·

4καὶ ἐν Ιερουσαλημ ἐκάθισαν ἀπὸ υἱῶν Ιουδα καὶ ἀπὸ υἱῶν Βενιαμιν. – ἀπὸ υἱῶν Ιουδα· Αθαια υἱὸς Αζαια υἱὸς Ζαχαρια υἱὸς Αμαρια υἱὸς Σαφατια υἱὸς Μαλεληλ καὶ ἀπὸ υἱῶν Φαρες.

5καὶ Μαασια υἱὸς Βαρουχ υἱὸς Χαλαζα υἱὸς Οζια υἱὸς Αδαια υἱὸς Ιωριβ υἱὸς Θηζια υἱὸς τοῦ Σηλωνι.

6πάντες υἱοὶ Φαρες οἱ καθήμενοι ἐν Ιερουσαλημ τετρακόσιοι ἑξήκοντα ὀκτὼ ἄνδρες δυνάμεως.

7καὶ οὗτοι υἱοὶ Βενιαμιν· Σηλω υἱὸς Μεσουλαμ υἱὸς Ιωαδ υἱὸς Φαδαια υἱὸς Κωλια υἱὸς Μασαια υἱὸς Αιθιηλ υἱὸς Ιεσια·

8καὶ ὀπίσω αὐτοῦ Γηβι, Σηλι, ἐννακόσιοι εἴκοσι ὀκτώ.

9καὶ Ιωηλ υἱὸς Ζεχρι ἐπίσκοπος ἐπ αὐτούς, καὶ Ιουδας υἱὸς Ασανα ἐπὶ τῆς πόλεως δεύτερος.

Lire Néhémie 11 en entier

Commentaires sur Néhémie 11

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org