Septante (AT)
Lévitique 7:6-10
6πᾶς ἄρσην ἐκ τῶν ἱερέων ἔδεται αὐτά, ἐν τόπῳ ἁγίῳ ἔδονται αὐτά· ἅγια ἁγίων ἐστίν.
7ὥσπερ τὸ περὶ τῆς ἁμαρτίας, οὕτω καὶ τὸ τῆς πλημμελείας, νόμος εἷς αὐτῶν· ὁ ἱερεύς, ὅστις ἐξιλάσεται ἐν αὐτῷ, αὐτῷ ἔσται.
8καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαύτωμα ἀνθρώπου, τὸ δέρμα τῆς ὁλοκαυτώσεως, ἧς αὐτὸς προσφέρει, αὐτῷ ἔσται.
9καὶ πᾶσα θυσία, ἥτις ποιηθήσεται ἐν τῷ κλιβάνῳ, καὶ πᾶσα, ἥτις ποιηθήσεται ἐπ ἐσχάρας ἢ ἐπὶ τηγάνου, τοῦ ἱερέως τοῦ προσφέροντος αὐτήν, αὐτῷ ἔσται.
10καὶ πᾶσα θυσία ἀναπεποιημένη ἐν ἐλαίῳ καὶ μὴ ἀναπεποιημένη πᾶσι τοῖς υἱοῖς Ααρων ἔσται, ἑκάστῳ τὸ ἴσον.
Commentaires sur Lévitique 7
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires