Septante (AT)
Lévitique 5:1-3
1Ἐὰν δὲ ψυχὴ ἁμάρτῃ καὶ ἀκούσῃ φωνὴν ὁρκισμοῦ καὶ οὗτος μάρτυς [ἢ ἑώρακεν ἢ σύνοιδεν], ἐὰν μὴ ἀπαγγείλῃ, λήμψεται τὴν ἁμαρτίαν·
2ἢ ψυχή, ἥτις ἐὰν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ θνησιμαίου ἢ θηριαλώτου ἀκαθάρτου ἢ τῶν θνησιμαίων ἢ τῶν βδελυγμάτων τῶν ἀκαθάρτων ἢ τῶν θνησιμαίων κτηνῶν τῶν ἀκαθάρτων,
3ἢ ἅψηται ἀπὸ ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ, ἧς ἂν ἁψάμενος μιανθῇ, καὶ ἔλαθεν αὐτόν, μετὰ τοῦτο δὲ γνῷ καὶ πλημμελήσῃ,
Commentaires sur Lévitique 5
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires