Josué 23
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Josué 23:2-11

2καὶ συνεκάλεσεν Ἰησοῦς πάντας τοὺς υἱοὺς Ισραηλ καὶ τὴν γερουσίαν αὐτῶν καὶ τοὺς ἄρχοντας αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ εἶπεν πρὸς αὐτούς Ἐγὼ γεγήρακα καὶ προβέβηκα ταῖς ἡμέραις.

3ὑμεῖς δὲ ἑωράκατε ὅσα ἐποίησεν κύριος ὁ θεὸς ὑμῶν πᾶσιν τοῖς ἔθνεσιν τούτοις ἀπὸ προσώπου ὑμῶν, ὅτι κύριος ὁ θεὸς ὑμῶν ὁ ἐκπολεμήσας ὑμῖν.

4ἴδετε ὅτι ἐπέρριφα ὑμῖν τὰ ἔθνη τὰ καταλελειμμένα ὑμῖν ταῦτα ἐν τοῖς κλήροις εἰς τὰς φυλὰς ὑμῶν· ἀπὸ τοῦ Ιορδάνου πάντα τὰ ἔθνη, ἃ ἐξωλέθρευσα, καὶ ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης ὁριεῖ ἐπὶ δυσμὰς ἡλίου.

5κύριος δὲ ὁ θεὸς ὑμῶν, οὗτος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου ὑμῶν, ἕως ἂν ἀπόλωνται, καὶ ἀποστελεῖ αὐτοῖς τὰ θηρία τὰ ἄγρια, ἕως ἂν ἐξολεθρεύσῃ αὐτοὺς καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπὸ προσώπου ὑμῶν, καὶ κατακληρονομήσατε τὴν γῆν αὐτῶν, καθὰ ἐλάλησεν κύριος ὁ θεὸς ὑμῶν ὑμῖν.

6κατισχύσατε οὖν σφόδρα φυλάσσειν καὶ ποιεῖν πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τοῦ νόμου Μωυσῆ, ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰν ἢ εὐώνυμα,

7ὅπως μὴ εἰσέλθητε εἰς τὰ ἔθνη τὰ καταλελειμμένα ταῦτα, καὶ τὰ ὀνόματα τῶν θεῶν αὐτῶν οὐκ ὀνομασθήσεται ἐν ὑμῖν, οὐδὲ μὴ προσκυνήσητε αὐτοῖς οὐδὲ μὴ λατρεύσητε αὐτοῖς,

8ἀλλὰ κυρίῳ τῷ θεῷ ὑμῶν προσκολληθήσεσθε, καθάπερ ἐποιήσατε ἕως τῆς ἡμέρας ταύτης.

9καὶ ἐξωλέθρευσεν αὐτοὺς κύριος ἀπὸ προσώπου ὑμῶν, ἔθνη μεγάλα καὶ ἰσχυρά, καὶ ὑμῖν οὐθεὶς ἀντέστη κατενώπιον ὑμῶν ἕως τῆς ἡμέρας ταύτης·

10εἷς ὑμῶν ἐδίωξεν χιλίους, ὅτι κύριος ὁ θεὸς ὑμῶν ἐξεπολέμει ὑμῖν, καθάπερ εἶπεν ὑμῖν.

11καὶ φυλάξασθε σφόδρα τοῦ ἀγαπᾶν κύριον τὸν θεὸν ὑμῶν.

Lire Josué 23 en entier

Commentaires sur Josué 23

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org