Septante (AT)
Josué 12:7-24
7Καὶ οὗτοι οἱ βασιλεῖς τῶν Αμορραίων, οὓς ἀνεῖλεν Ἰησοῦς καὶ οἱ υἱοὶ Ισραηλ ἐν τῷ πέραν τοῦ Ιορδάνου παρὰ θάλασσαν Βααλγαδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως τοῦ ὄρους Χελχα ἀναβαινόντων εἰς Σηιρ, καὶ ἔδωκεν αὐτὴν Ἰησοῦς ταῖς φυλαῖς Ισραηλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν,
8ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν Αραβα καὶ ἐν Ασηδωθ καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐν Ναγεβ, τὸν Χετταῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ευαῖον καὶ τὸν Ιεβουσαῖον·
9τὸν βασιλέα Ιεριχω καὶ τὸν βασιλέα τῆς Γαι, ἥ ἐστιν πλησίον Βαιθηλ,
10βασιλέα Ιερουσαλημ, βασιλέα Χεβρων,
11βασιλέα Ιεριμουθ, βασιλέα Λαχις,
12βασιλέα Αιλαμ, βασιλέα Γαζερ,
13βασιλέα Δαβιρ, βασιλέα Γαδερ,
14βασιλέα Ερμαθ, βασιλέα Αραθ,
15βασιλέα Λεβνα, βασιλέα Οδολλαμ,
16βασιλέα Μακηδα,
17βασιλέα Ταφουγ, βασιλέα Οφερ,
18βασιλέα Αφεκ τῆς Σαρων,
19βασιλέα Ασωρ,
20βασιλέα Συμοων, βασιλέα Μαρρων, βασιλέα Αζιφ,
21βασιλέα Καδης, βασιλέα Ταναχ,
22βασιλέα Μαγεδων, βασιλέα Ιεκοναμ τοῦ Χερμελ,
23βασιλέα Δωρ τοῦ Ναφεδδωρ, βασιλέα Γωιμ τῆς Γαλιλαίας,
24βασιλέα Θαρσα· πάντες οὗτοι βασιλεῖς εἴκοσι ἐννέα.
Commentaires sur Josué 12
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires