Septante (AT)

Joël 4:15

15ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ οἱ ἀστέρες δύσουσιν φέγγος αὐτῶν.

Joël 4:15 dans d’autres versions

Contexte de Joël 4:15

13ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν τρύγητος· εἰσπορεύεσθε πατεῖτε, διότι πλήρης ἡ ληνός· ὑπερεκχεῖται τὰ ὑπολήνια, ὅτι πεπλήθυνται τὰ κακὰ αὐτῶν. 14ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης, ὅτι ἐγγὺς ἡμέρα κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης. ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ οἱ ἀστέρες δύσουσιν φέγγος αὐτῶν. 16ὁ δὲ κύριος ἐκ Σιων ἀνακεκράξεται καὶ ἐξ Ιερουσαλημ δώσει φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ· ὁ δὲ κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχύσει κύριος τοὺς υἱοὺς Ισραηλ. 17καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ κατασκηνῶν ἐν Σιων ἐν ὄρει ἁγίῳ μου· καὶ ἔσται Ιερουσαλημ πόλις ἁγία, καὶ ἀλλογενεῖς οὐ διελεύσονται δι αὐτῆς οὐκέτι.

Lire Joël 4 en entier

Joël 4:15 mot à mot

Mots relevés dans la LSG.

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org