Septante (AT)
Job 13:23-28
23πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου ; δίδαξόν με τίνες εἰσίν.
24διὰ τί ἀπ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι ;
25ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι ;
26ὅτι κατέγραψας κατ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας,
27ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου·
28ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.
Commentaires sur Job 13
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires