Jérémie 33
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Jérémie 33:14-21

14καὶ ἰδοὺ ἐγὼ ἐν χερσὶν ὑμῶν· ποιήσατέ μοι ὡς συμφέρει καὶ ὡς βέλτιον ὑμῖν.

15ἀλλ ἢ γνόντες γνώσεσθε ὅτι, εἰ ἀναιρεῖτέ με, αἷμα ἀθῷον δίδοτε ἐφ ὑμᾶς καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· ὅτι ἐν ἀληθείᾳ ἀπέσταλκέν με κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν πάντας τοὺς λόγους τούτους.

16καὶ εἶπαν οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας Οὐκ ἔστιν τῷ ἀνθρώπῳ τούτῳ κρίσις θανάτου, ὅτι ἐπὶ τῷ ὀνόματι κυρίου τοῦ θεοῦ ἡμῶν ἐλάλησεν πρὸς ἡμᾶς.

17καὶ ἀνέστησαν ἄνδρες τῶν πρεσβυτέρων τῆς γῆς καὶ εἶπαν πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ

18Μιχαιας ὁ Μωραθίτης ἦν ἐν ταῖς ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ εἶπεν παντὶ τῷ λαῷ Ιουδα Οὕτως εἶπεν κύριος Σιων ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ιερουσαλημ εἰς ἄβατον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.

19μὴ ἀνελὼν ἀνεῖλεν αὐτὸν Εζεκιας καὶ πᾶς Ιουδα ; οὐχὶ ὅτι ἐφοβήθησαν τὸν κύριον καὶ ὅτι ἐδεήθησαν τοῦ προσώπου κυρίου, καὶ ἐπαύσατο κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐπ αὐτούς ; καὶ ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμῶν.

20καὶ ἄνθρωπος ἦν προφητεύων τῷ ὀνόματι κυρίου, Ουριας υἱὸς Σαμαιου ἐκ Καριαθιαριμ, καὶ ἐπροφήτευσεν περὶ τῆς γῆς ταύτης κατὰ πάντας τοὺς λόγους Ιερεμιου.

21καὶ ἤκουσεν ὁ βασιλεὺς Ιωακιμ καὶ πάντες οἱ ἄρχοντες πάντας τοὺς λόγους αὐτοῦ καὶ ἐζήτουν ἀποκτεῖναι αὐτόν, καὶ ἤκουσεν Ουριας καὶ εἰσῆλθεν εἰς Αἴγυπτον.

Lire Jérémie 33 en entier

Commentaires sur Jérémie 33

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org