Septante (AT)
Jérémie 27:32
32καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσεῖται, καὶ οὐκ ἔσται ὁ ἀνιστῶν αὐτήν· καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς.
Contexte de Jérémie 27:32
30διὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτῆς ῥιφήσονται, εἶπεν κύριος. 31ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει κύριος, ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου· καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσεῖται, καὶ οὐκ ἔσται ὁ ἀνιστῶν αὐτήν· καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς. 33Τάδε λέγει κύριος Καταδεδυνάστευνται οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα ἅμα, πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς, ὅτι οὐκ ἠθέλησαν ἐξαποστεῖλαι αὐτούς. 34καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός, κύριος παντοκράτωρ ὄνομα αὐτῷ· κρίσιν κρινεῖ πρὸς τοὺς ἀντιδίκους αὐτοῦ, ὅπως ἐξάρῃ τὴν γῆν, καὶ παροξυνεῖ τοῖς κατοικοῦσι Βαβυλῶνα.
Lire Jérémie 27 en entierCommentaires sur Jérémie 27
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires