Septante (AT)
Jérémie 27:3-7
3ὅτι ἀνέβη ἐπ αὐτὴν ἔθνος ἀπὸ βορρᾶ· οὗτος θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμόν, καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους.
4ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ Ισραηλ, αὐτοὶ καὶ οἱ υἱοὶ Ιουδα ἐπὶ τὸ αὐτό· βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν κύριον θεὸν αὐτῶν ζητοῦντες.
5ἕως Σιων ἐρωτήσουσιν τὴν ὁδόν, ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσιν· καὶ ἥξουσιν καὶ καταφεύξονται πρὸς κύριον τὸν θεόν, διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται.
6πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἐξῶσαν αὐτούς, ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάθοντο κοίτης αὐτῶν.
7πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς, οἱ ἐχθροὶ αὐτῶν εἶπαν Μὴ ἀνῶμεν αὐτούς· ἀνθ ὧν ἥμαρτον τῷ κυρίῳ νομῇ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν.
Commentaires sur Jérémie 27
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires