Septante (AT)
Jérémie 27:25
25ἤνοιξεν κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ κυρίῳ θεῷ ἐν γῇ Χαλδαίων,
Contexte de Jérémie 27:25
23πῶς συνεκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς ; πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν ; 24ἐπιθήσονταί σοι, καὶ ἁλώσῃ, ὦ Βαβυλών, καὶ οὐ γνώσῃ· εὑρέθης καὶ ἐλήμφθης, ὅτι τῷ κυρίῳ ἀντέστης. ἤνοιξεν κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ κυρίῳ θεῷ ἐν γῇ Χαλδαίων, 26ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεθρεύσατε αὐτήν, μὴ γενέσθω αὐτῆς κατάλειμμα· 27ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς, καὶ καταβήτωσαν εἰς σφαγήν· οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως αὐτῶν.
Lire Jérémie 27 en entierCommentaires sur Jérémie 27
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires