Jérémie 21
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

Jérémie 21:11-14

11ὁ οἶκος βασιλέως Ιουδα, ἀκούσατε λόγον κυρίου·

12οἶκος Δαυιδ, τάδε λέγει κύριος Κρίνατε τὸ πρωὶ κρίμα καὶ κατευθύνατε καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν, ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων.

13ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σορ τὴν πεδινὴν τοὺς λέγοντας Τίς πτοήσει ἡμᾶς ; ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν ;

14καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς.

Lire Jérémie 21 en entier

Commentaires sur Jérémie 21

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org