Septante (AT)
Jérémie 12:14-17
14Ὅτι τάδε λέγει κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου Ισραηλ Ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν καὶ τὸν Ιουδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν.
15καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς καὶ κατοικιῶ αὐτοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ.
16καὶ ἔσται ἐὰν μαθόντες μάθωσιν τὴν ὁδὸν τοῦ λαοῦ μου τοῦ ὀμνύειν τῷ ὀνόματί μου Ζῇ κύριος, καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ Βααλ, καὶ οἰκοδομηθήσονται ἐν μέσῳ τοῦ λαοῦ μου·
17ἐὰν δὲ μὴ ἐπιστρέψωσιν, καὶ ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ.
Commentaires sur Jérémie 12
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires